Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.126 Joseph. AJ 14.130 (English) >>Joseph. AJ 14.135

14.128Μιθριδάτῃ τε γὰρ τῷ Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν τέλει· 14.129καὶ διʼ αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε δυνάστης καὶ Πτολεμαῖος Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι. 14.130Μιθριδάτης δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν. 14.131καὶ τὸ μὲν Πηλούσιον οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου χώραν λεγομένην κατοικοῦντες. πείθει δὲ καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ. 14.132καὶ οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς ἑαυτούς· κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.126 Joseph. AJ 14.130 (English) >>Joseph. AJ 14.135

Powered by PhiloLogic